Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.5 Dem. 54.8 (English) >>Dem. 54.10

54.7ὧν μὲν τοίνυν οὐδένʼ ᾤμην δεῖν λόγον ποιεῖσθαι, ταῦτʼ ἐστίν. χρόνῳ δʼ ὕστερον οὐ πολλῷ περιπατοῦντος, ὥσπερ εἰώθειν, ἑσπέρας ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισιέως, τῶν ἡλικιωτῶν τινός, παρέρχεται Κτησίας υἱὸς τούτου, μεθύων, κατὰ τὸ Λεωκόριον, ἐγγὺς τῶν Πυθοδώρου. κατιδὼν δʼ ἡμᾶς καὶ κραυγάσας, καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν τι λέγοι, παρῆλθε πρὸς Μελίτην ἄνω. ἔπινον δʼ ἄρʼ ἐνταῦθα (ταῦτα γὰρ ὕστερον ἐπυθόμεθα) παρὰ Παμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσί, Θεότιμός τις, Ἀρχεβιάδης, Σπίνθαρος Εὐβούλου, Θεογένης Ἀνδρομένους, πολλοί τινες, οὓς ἐξαναστήσας Κτησίας ἐπορεύετʼ εἰς τὴν ἀγοράν. 54.8καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἀπὸ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσιν πάλιν κατʼ αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δʼ ἀνεμείχθημεν, εἷς μὲν αὐτῶν, ἀγνώς τις, Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον, Κόνων δʼ οὑτοσὶ καὶ υἱὸς αὐτοῦ καὶ Ἀνδρομένους υἱὸς ἐμοὶ προσπεσόντες τὸ μὲν πρῶτον ἐξέδυσαν, εἶθʼ ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι, τοὺς δʼ ὀφθαλμοὺς συγκλεῖσαι· οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτʼ ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δʼ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.5 Dem. 54.8 (English) >>Dem. 54.10

Powered by PhiloLogic